Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.237 Joseph. AJ 10.242 (English) >>Joseph. AJ 10.246

10.240τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ τούτων ἔτυχε πυνθανομένοις. 10.241Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι· 10.242ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφʼ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο. 10.243ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε· μάνη· τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν θεὸς καὶ περισσεύειν ἔτι σοι βραχὺν χρόνον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.237 Joseph. AJ 10.242 (English) >>Joseph. AJ 10.246

Powered by PhiloLogic